Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.107.2 | Hdt. 8.108.3 (English) | >>Hdt. 8.109.2 |
8.108.1
ὡς δὲ ἡμέρη ἐγίνετο , ὁρῶντες οἱ Ἕλληνες κατὰ χώρην μένοντα τὸν στρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰς νέας εἶναι περὶ Φάληρον , ἐδόκεόν τε ναυμαχήσειν σφέας παραρτέοντό τε ὡς ἀλεξησόμενοι . ἐπεὶ δὲ ἐπύθοντο τὰς νέας οἰχωκυίας , αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν . τὸν μέν νυν ναυτικὸν τὸν Ξέρξεω στρατὸν οὐκ ἐπεῖδον διώξαντες μέχρι Ἄνδρου , ἐς δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο .
8.108.2 Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τραπομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλέειν ἰθέως ἐπὶ τὸν Ἑλλήσποντον λύσοντας τὰς γεφύρας · Εὐρυβιάδης δὲ τὴν ἐναντίην ταύτῃ γνώμην ἐτίθετο , λέγων ὡς εἰ λύσουσι τὰς σχεδίας , τοῦτʼ ἂν μέγιστον πάντων σφι κακῶν τὴν Ἑλλάδα ἐργάσαιτο .
8.108.3 εἰ γὰρ ἀναγκασθείη ὁ Πέρσης μένειν ἐν τῇ Εὐρώπῃ , πειρῷτο ἂν ἡσυχίην μὴ ἄγειν , ὡς ἄγοντι μέν οἱ ἡσυχίην οὔτε τι προχωρέειν οἷόν τε ἔσται τῶν πρηγμάτων οὔτε τις κομιδὴ τὰ ὀπίσω φανήσεται , λιμῷ τέ οἱ ἡ στρατιὴ διαφθερέεται , ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχομένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔσται προσχωρῆσαι κατὰ πόλις τε καὶ κατὰ ἔθνεα , ἤτοι ἁλισκομένων γε ἢ πρὸ τούτου ὁμολογεόντων · τροφήν τε ἕξειν σφέας τὸν ἐπέτειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν .
8.108.4 ἀλλὰ δοκέειν γὰρ νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρσην · ἐατέον ὦν εἶναι φεύγειν , ἐς ὃ ἔλθοι φεύγων ἐς τὴν ἑωυτοῦ · τὸ ἐνθεῦτεν δὲ περὶ τῆς ἐκείνου ποιέεσθαι ἤδη τὸν ἀγῶνα ἐκέλευε . ταύτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων τῶν ἄλλων οἱ στρατηγοί .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.107.2 | Hdt. 8.108.3 (English) | >>Hdt. 8.109.2 |